
νὰ ἐπικρατήσει ἡ γλώσσα τῶν κυριευμένων στοὺς κυριάρχους. Ἐπειδὴ λοιπὸν αὐτὰ ἔγιναν γρήγορα κατανοητὰ ἀπὸ τοὺς Ρωμαίους, γιὰ αὐτὸ καὶ ἔσπευσαν σὲ ὅλους τοὺς τομεῖς νὰ ἐξελληνίσουν τὸ κράτος τους καὶ ἀκόμη καὶ νὰ μεταφέρουν τὴν πρωτεύουσά τους στὴν Νέα Ρώμη, τὴν Κωνσταντινούπολη[1].
[1] «Οὐκ
ἀρνούμεθα γάρ, φασι, τὸ τὴν παλαιάν, Ῥώμην ἄρξαι ποτὲ καὶ αὐτῆς ἡμῶν τῆς
ἀρχαιοτάτης Ἑλλάδος, τὴν μέντοι γλῶσσαν τῆς ἀρχομένης καὶ μάλιστα κατ’ ἐκεῖνον
τὸν χρόνον κρατῆσαι τῆς ἀρχούσης, προφανῶς διισχυριζόμεθα. Οἱ δὲ τοῦθ’ ἡμῖν πρὸ
πάντων συνεμπεδοῦντες, αὐτοκράτορες εἰσὶ Καίσαρες. Ῥωμαῖοι μὲν πεφυκότες,
Ἑλληνιστὶ δὲ φιλοσοφεῖν, καὶ λέγειν, καὶ γράφειν φιλοτιμούμενοι. Ὀξεῖς γὰρ ἦσαν
ἐκεῖνοι ὡς ἔοικε, καὶ κρίνειν εἶχον καλῶς τό, τηνικαῦτα δεῖν τὴν ἄρχουσαν πόλιν
πάντα κάλων, τὸ τοῦ λόγου, κινεῖν ἐφ’ ᾧ ὁμόφωνον ἑαυτῇ τὸ ἤδη ἡττηθὲν καὶ
ὑπήκουον ἔθνος ποιήσηται, ὅτ’ ἐκεῖνο βαρβαρώτερον ᾖ, καὶ σοφίας ἀμύητον. Ὅτε δὲ
ἡ τῶν κρατουμένων φωνή, πᾶσαν τυγχάνει ἐπαγγελλομένη τοῖς κρατοῦσιν εὐδαιμονίαν
ἐν θεωρητικαῖς καὶ πρακτικαῖς ἐπιδόσεσι, καὶ δέος τῆς τῆς βαρβαρότητος μεθέξεως
οὐδέν, τηνικαῦτα οὐ μόνον οὐκ ἄδοξον, ἀλλὰ καὶ λίαν καλόν καὶ κοινωφελέστατον
τὸ κρατεῖσθαι, ἐν τούτῳ γε τῷ μέρει, ὑπὸ τῶν ἀρχομένων τοὺς ἄρχοντας. Ὡς
δ’ ἥκιστα τοῦτο Ῥωμαίους διέλαθεν,
ἐδήλωσαν δι’ ὧν τὰ σφέτερα Ἑλληνίσαι προεθυμήθησαν , μέχρις οὗ καὶ ὅλον αὐτὸ τὸ
κράτος εἰς τὴν νέαν, καὶ ἐξ ἐκείνου τοῦ χρόνου (εἰ καὶ τὰ μὲν ποικίλως ἀεὶ
μεταβαλλόμενά τε καὶ ῥέοντα, ἄλλο τε ἄλλως. Τὰ μέντοι ἐπὶ τὴν στερεάν καὶ
ἀκράδαντον Πέτραν τεθεμελιωμένα, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως) ἀείποτε διὰ τῆς
ταπεινώσεως ἄρχουσαν, Ῥώμην μετέστησαν». Μιχαήλ, Λόγος, LXV.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου